Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
  2. Χείρωνος αὐτίκʼ ἀγγελίαι·
  3. μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
  4. ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
  5. λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
  6. οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
  7. καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
  8. στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
  9. ὃ καὶ Μύσιον ἀμπελόεν
  10. αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,