Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ
  2. εὔβουλος ἐν μέσοισι Θέμις,
  3. οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
  4. ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
  5. διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
  6. υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,
  7. χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.
  8. τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
  9. ὀπάσσαι γέρας Αἰακίδᾳ,
  10. ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·