Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ
  2. δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
  3. ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.
  4. ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,
  5. Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,
  6. ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος
  7. ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
  8. ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
  9. ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ
  10. εὔβουλος ἐν μέσοισι Θέμις,
  11. οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν