Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μοι δεῖμα μὲν παροιχόμενον
  2. καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
  3. χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
  4. ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
  5. Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
  6. πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
  7. ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
  8. ὃ τὰν μὲν παρὰ καλλιρόῳ
  9. Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
  10. σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
  11. κοιμᾶτο, δῖον ἔνθα τέκες