Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
  2. σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
  3. ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
  4. ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
  5. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
  6. μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
  7. ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
  8. ἔστασας ἐπὶ σφυρῷ
  9. Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
  10. Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
  11. ἀλλὰ παλαιὰ γὰρ
  12. εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
  13. ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
  14. κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
  15. κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
  16. καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
  17. νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
  18. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
  19. μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
  20. χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,