Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
  2. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
  3. λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
  4. ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
  5. ζώων τʼ ἀπὸ καὶ θανών.
  6. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
  7. αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
  8. Ἀμφιάρηόν τε,
  9. εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
  10. προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
  11. ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
  12. ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
  13. Γαιάοχος εὐδίαν ὄπασσεν
  14. ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
  15. ὅ τι τερπνὸν ἐφάμερον διώκων
  16. ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
  17. αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
  18. δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
  19. παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
  20. δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς