Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν
  2. Ζηνός· τὸ δὲ πὰρ δίκαν
  3. γλυκὺ πικροτάτα μένει τελευτά.
  4. ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
  5. τεαῖσιν ἁμίλλαισιν
  6. εὐανθέα καὶ Πυθόϊ στέφανον.
  1. Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
  2. εὔδοξον, ὦ νέοι, καμάτων
  3. πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
  4. κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
  5. ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες
  6. μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
  7. μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν
  8. γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
  9. ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς