Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
  2. σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
  3. εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
  4. καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
  5. σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
  6. βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
  7. τοίαισιν ὀργαῖς εὔχεται
  8. ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
  9. ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
  10. Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
  11. ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
  12. ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
  13. τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
  14. τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.