Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι
  2. ἐλπίδων ἔκνισʼ ὄπιν.
  3. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
  4. Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
  5. χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
  6. λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,
  7. καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
  1. θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
  2. δεύτερον κρητῆρα Μοισαίων μελέων
  3. κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
  4. τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
  5. νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
  6. Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
  7. Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον