Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
  2. υἱοῖσί τε φράζων παραινεῖ,
  3. ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
  4. καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
  5. μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
  6. γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
  7. Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
  8. πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
  9. χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.
  1. τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
  2. καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
  3. εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
  4. Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
  5. ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
  6. ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
  7. σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
  8. ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
  9. ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
  10. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
  11. μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;