Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
  2. ἔστασας ἐπὶ σφυρῷ
  3. Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
  4. Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
  5. ἀλλὰ παλαιὰ γὰρ
  6. εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
  7. ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
  8. κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
  9. κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
  10. καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
  11. νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
  12. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
  13. μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
  14. χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
  15. τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
  16. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
  17. λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
  18. ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
  19. ζώων τʼ ἀπὸ καὶ θανών.
  20. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν