Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
  2. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
  3. καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
  4. ἄνδωκε δʼ αὐτῷ φέρτατος
  5. οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
  6. ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
  7. αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
  8. θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
  9. νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
  10. λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
  11. ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
  12. τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
  13. θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·
  14. θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
  15. ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
  16. εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
  17. ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
  18. καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
  19. ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
  20. ὣς ἆρα εἰπὼν αὐτίκα