Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
  2. Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
  3. ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
  4. ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
  5. τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
  6. τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
  7. μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
  8. καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·
  9. οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
  10. ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
  11. οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
  12. καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
  13. ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
  14. Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
  15. ἐν ναυσὶν Ἀλκμήνας τέκος.
  16. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
  17. ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
  18. Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
  19. χερσὶν βαρυφθόγγοιο νευρᾶς
  20. Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων