Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
  2. τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
  3. τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
  4. διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
  5. πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
  6. πολλὰ μὲν ἀρτιεπὴς
  7. γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων
  8. κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
  9. ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
  10. ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
  11. ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
  12. Ζεὺς τά τε καὶ τὰ νέμει,
  13. Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ
  14. μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
  15. ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου
  16. ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
  17. μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι
  18. ἐλπίδων ἔκνισʼ ὄπιν.
  19. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
  20. Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι