Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
  2. λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,
  3. καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
  1. θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
  2. δεύτερον κρητῆρα Μοισαίων μελέων
  3. κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
  4. τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
  5. νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
  6. Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
  7. Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
  8. σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
  9. σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
  10. εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
  11. καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
  12. σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
  13. βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
  14. τοίαισιν ὀργαῖς εὔχεται
  15. ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
  16. ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
  17. Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς