Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
- σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
- χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
- καὶ γὰρ ἐριζόμεναι
- νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι
- διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
- ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
- κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι
- χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν
- ἢ ταχυτᾶτι ποδῶν.
- κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
- δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
- εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
- μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,
- εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
- θνατὰ θνατοῖσι πρέπει.
- τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,
- Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
- Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
- οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·