Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ
  2. τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
  3. υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας
  4. καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
  5. ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
  6. νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον
  7. ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,
  8. χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
  9. τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
  10. καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
  11. ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
  12. τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
  13. τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
  14. αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ,
  15. καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων
  16. γίνεται, ἰσχύος ἔργον.
  17. ἔνθα λευκωθεὶς κάρα
  18. μύρτοις ὅδʼ ἀνὴρ διπλόαν
  19. νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
  20. γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.