Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ἰσθμίαν ἵπποισι νίκαν,
  2. τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
  3. Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
  4. πέμπεν ἀναδεῖσθαι σελίνων,
  5. εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
  6. ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν
  7. καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
  8. ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
  9. ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
  10. τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·
  11. ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
  12. Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
  13. ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
  14. χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
  15. γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
  16. ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
  17. παῖδες ἐν τιμαῖς ἔμιχθεν.
  18. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι