Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,
  2. Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
  3. Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.
  4. χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
  5. Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
  6. γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
  7. Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
  8. ἅ νιν ἐρειδόμενον ναυαγίαις
  9. ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
  10. δέξατο συντυχίᾳ·
  11. νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος
  12. συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·
  13. εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
  14. ἀμφότερον δαπάναις τε καὶ πόνοις,
  15. χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
  16. μὴ φθονεραῖσι φέρειν
  17. γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
  18. ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
  19. μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,
  20. μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·