Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
  2. τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
  3. ὄλβιον ἐς Χρομίου δῶμʼ. ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
  4. τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
  5. Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
  6. ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
  7. μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
  8. ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν
  9. ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ
  10. μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,
  11. ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς