Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν
  2. αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
  3. ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
  4. πιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι
  5. οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·
  6. σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν
  7. ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
  8. δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
  9. ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρ
  10. νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
  11. δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.