Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,
  2. ἄλλων τε μόχθων ἐν πολυφθόροις
  3. ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,
  4. αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
  5. ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
  6. εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
  7. ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
  8. μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι
  9. ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,
  10. αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.
  11. αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,