Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
  2. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
  3. ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
  4. εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
  5. γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
  6. τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ
  7. ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
  8. ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν
  9. ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.
  1. ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
  2. ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,
  3. τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
  4. ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
  5. τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
  6. οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
  7. Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς
  8. χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
  9. ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
  10. ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,
  11. οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,