Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
  2. ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας
  3. ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων
  4. Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
  5. Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
  6. σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·
  7. ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
  8. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
  9. πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳ
  10. ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·
  11. ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.
  12. κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
  13. ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει
  14. ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
  15. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·
  16. χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
  17. ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
  18. ἕλκεα ῥῆξαν πελεμιζόμενοι
  19. ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,
  20. ἄλλων τε μόχθων ἐν πολυφθόροις