Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·
  2. ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς
  3. ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
  4. τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
  5. κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
  6. ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
  7. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
  8. ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
  9. εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
  10. γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
  11. τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ
  12. ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
  13. ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν
  14. ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.
  1. ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
  2. ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,
  3. τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
  4. ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
  5. τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
  6. οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν