Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
  2. αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
  3. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
  4. ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
  5. ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
  6. εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
  7. κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
  8. καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
  9. Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
  10. πολύφατον θρόον ὕμνων δόνει
  11. ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
  12. δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
  13. ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
  14. ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
  15. Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
  16. ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
  17. νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων
  18. ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
  19. ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
  20. ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων