Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀφνεὸς πενιχρός τε θανάτου πέρας
  2. ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι
  3. λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον·
  4. ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ
  5. σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει
  6. ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
  7. ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
  8. ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
  9. λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ