Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
  2. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν
  3. ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
  4. σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
  5. ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
  6. εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
  7. εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
  8. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
  9. ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·