Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
  2. τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
  3. ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι
  4. τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
  5. τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
  6. Νεμέας ἐξ ἐρατῶν ἀέθλων
  7. παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
  8. οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
  9. ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
  10. πατροπάτορος ὁμαιμίου.
  11. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
  12. ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,
  13. καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
  14. νεμέᾳ δὲ τρίς,
  15. ἔπαυσε λάθαν
  16. Σωκλείδα, ὃς ὑπέρτατος
  17. Ἁγησιμάχῳ υἱέων γένετο.
  18. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
  19. ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
  20. ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων