Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
  2. μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
  3. ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
  4. εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
  5. ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
  6. Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
  7. ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
  8. δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
  9. ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
  10. χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
  11. χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
  12. ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
  13. ἑσπέριος ὁμάδῳ φλέγεν·
  14. πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων
  15. ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
  16. τίμασε Ποσειδάνιον ἂν τέμενος·
  17. βοτάνα τέ νιν
  18. πόθʼ ἁ λέοντος
  19. νικάσαντʼ ἤρεφε δασκίοις
  20. Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.