Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
  2. πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
  3. ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
  4. ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
  5. εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
  6. παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
  7. εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
  8. δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
  9. Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
  10. ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
  11. γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·
  12. ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
  13. καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
  14. πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ