Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,
- Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
- ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
- ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
- ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
- Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
- ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
- ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
- ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
- εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
- φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
- πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
- νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ
- ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.