Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
- κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
- διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
- ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
- στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
- τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
- ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
- δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
- λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
- χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
- ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
- οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
- ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
- παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
- ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
- εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
- ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω
- ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
- ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
- μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν