Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
  2. Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς
  3. ὀρειᾶν γε Πελειάδων
  4. μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
  5. καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
  6. δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ
  7. παγκρατίου τλάθυμος ἀέξει.
  8. Ἀχάρναι δὲ παλαίφατοι
  9. εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,
  10. Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
  11. παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
  12. ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
  13. ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
  14. ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
  15. ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ
  16. Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
  17. ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.
  1. ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
  2. τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
  3. ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ