Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
  2. ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον
  3. ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
  4. ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,
  5. καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
  6. ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·
  7. ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,
  8. ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,
  9. οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ
  10. ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.