Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
  2. ἅμα δʼ ἐκαίοντʼ ἔρημοι. χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
  3. ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
  4. καί νιν οὔπω τεθναότʼ, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
  5. θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
  6. ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις
  7. ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.
  8. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν
  9. καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ
  10. καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις