Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
  2. Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
  3. γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
  4. μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
  5. καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·
  6. Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·
  7. πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·
  8. θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δʼ ὄλβῳ φέρτατος
  9. ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
  10. Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος
  11. ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
  12. σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατʼ Ὄλυμπον
  13. ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.
  14. βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος
  15. μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
  16. ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν,
  17. καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεος
  18. δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
  19. Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
  20. ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν