Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι,
  2. τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
  3. τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
  4. Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος
  5. ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·
  6. γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
  7. ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα
  8. Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν
  9. ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
  10. κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
  11. ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
  12. ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
  13. εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
  14. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
  15. Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
  16. ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον
  17. ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·
  18. Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
  19. ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
  20. ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν