Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
  2. φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
  3. σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
  4. οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
  5. μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
  6. κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
  7. παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
  8. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
  9. ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
  10. παρθενικαὶ πόσιν ἢ
  11. υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
  12. ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου