Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
  2. ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
  3. δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
  4. καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
  5. Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν·
  6. τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
  7. σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
  8. ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας
  9. καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι
  10. ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
  11. κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει
  12. οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,