Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
  2. ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
  3. παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
  4. οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
  5. ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
  6. σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
  7. κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
  8. τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
  9. ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
  10. διδύμων κρατησίμαχον σθένος υἱῶν.
  11. κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
  12. μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
  13. τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
  14. μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
  15. φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
  16. σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
  17. οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
  18. μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
  19. κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
  20. παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
  21. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
  22. ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
  23. παρθενικαὶ πόσιν ἢ
  24. υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
  25. ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
  26. Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
  27. ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
  28. δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι