Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔσσεται, εὖ καθορᾷς.
  2. εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,
  3. ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
  4. τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
  5. Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·
  6. ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
  7. νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα
  8. δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν
  9. αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
  10. οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
  11. τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
  12. εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
  13. ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
  14. ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
  15. νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
  16. Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
  17. Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.
  18. ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
  19. ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν
  20. πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν
  21. ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
  22. ἀμφέπει κλεινάν τʼ ἀέθλοις.
  23. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
  24. υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
  25. ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
  26. καλλιγύναικι πάτρᾳ
  27. δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
  28. ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·