Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
  2. ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
  3. βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
  4. ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
  5. παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
  6. οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
  7. ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
  8. σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
  9. κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
  10. τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
  11. ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
  12. διδύμων κρατησίμαχον σθένος υἱῶν.
  13. κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
  14. μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
  15. τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
  16. μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
  17. φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,