Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
  2. τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
  3. εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
  4. ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
  5. ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
  6. νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
  7. Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
  8. Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.
  9. ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
  10. ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν
  11. πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν
  12. ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
  13. ἀμφέπει κλεινάν τʼ ἀέθλοις.
  14. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
  15. υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
  16. ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
  17. καλλιγύναικι πάτρᾳ