Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
  2. παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
  3. ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
  4. φύλλʼ ἔπι καὶ στεφάνους·
  5. πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.
  1. ὄλβια Λακεδαίμων,
  2. μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
  3. ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
  4. τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
  5. Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
  6. ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
  7. γεύεται γὰρ ἀέθλων·
  8. στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
  9. διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
  10. Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·
  11. ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
  12. τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
  13. Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
  14. Ἄρεος ὅπλοις·
  15. ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν