Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πέτραν κρατησίποδα Φρικίαν.
  2. ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
  3. ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
  4. τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
  5. λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
  6. μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
  7. ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
  8. ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
  9. τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
  10. καὶ ζώων ἔτι νεαρὸν
  11. κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
  12. ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.
  13. ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
  14. πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις
  15. ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
  16. παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
  17. δώματʼ ἐσελθών,
  18. κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
  19. ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
  20. εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων