Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
  2. πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
  3. ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳ
  4. κατά τινʼ ἁρμονίαν βλέπειν,
  5. ἀμφʼ ἕκαστον ὅσα νέομαι.
  6. κώμῳ μὲν ἁδυμελεῖ
  7. Δίκα παρέστακε· θεῶν δʼ ὄπιν
  8. ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
  9. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
  10. πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνων
  11. βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·
  12. τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει,
  13. ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶν
  14. μέτρῳ καταβαίνει. Μεγάροις δʼ ἔχεις γέρας,
  15. μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον
  16. νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ·
  17. τέτρασι δʼ ἔμπετες ὑψόθεν
  18. σωμάτεσσι κακὰ φρονέων,
  19. τοῖς οὔτε νόστος ὁμῶς
  20. ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
  21. οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς
  22. ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι
  23. πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
  24. ὁ δὲ καλόν τι νέον λαχὼν
  25. ἁβρότατος ἔπι μεγάλας
  26. ἐξ ἐλπίδος πέταται
  27. ὑποπτέροις ἀνορέαις, ἔχων
  28. κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν