Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,
  2. ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
  3. ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
  4. ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
  5. λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
  6. Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
  7. πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
  8. Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.
  1. ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
  2. σὺν βαθυζώνοισιν ἀγγέλλων
  3. Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
  4. ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
  5. τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
  6. ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
  7. καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
  8. ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
  9. ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα
  10. Δάλιον ξεῖνον θεοδμάτων
  11. ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
  12. καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
  13. ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·
  14. ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
  15. δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
  16. Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν,
  17. Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
  18. θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
  19. οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,
  20. ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις