Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
  2. τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
  3. ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
  4. κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,
  5. εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
  6. ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
  7. ἔμμεν ἱππόκροτον
  8. σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
  9. μάκαρ μὲν ἀνδρῶν μέτα
  10. ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.
  11. ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
  12. βασιλέες ἱεροὶ
  13. ἐντί, μεγάλαν δʼ ἀρετὰν
  14. δρόσῳ μαλθακᾷ
  15. ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
  16. ἀκούοντί που χθονίᾳ φρενί,
  17. σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
  18. ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
  19. πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,
  20. ἔχοντα Πυθωνόθεν