Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀπόλεμον ἀγαγὼν
  2. ἐς πραπίδας εὐνομίαν,
  3. μυχόν τʼ ἀμφέπει
  4. μαντήϊον· τῷ καὶ Λακεδαίμονι
  5. ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
  6. ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος
  7. ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν
  8. ἀπὸ Σπάρτας ἐπήρατον κλέος·
  9. ὅθεν γεγενναμένοι
  10. ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
  11. ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·
  12. πολύθυτον ἔρανον
  13. ἔνθεν ἀναδεξάμενοι,
  14. Ἄπολλον, τεᾷ,
  15. Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν
  16. Κυράνας ἀγακτιμέναν πόλιν·
  17. ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
  18. Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
  19. καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
  20. ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως